Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.7.2 | Hdt. 4.8.3 (English) | >>Hdt. 4.9.5 |
4.8.1
Σκύθαι μὲν ὧδε ὑπὲρ σφέων τε αὐτῶν καὶ τῆς χώρης τῆς κατύπερθε λέγουσι , Ἑλλήνων δὲ οἱ τὸν Πόντον οἰκέοντες ὧδε . Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνεω βοῦς ἀπικέσθαι ἐς γῆν ταύτην ἐοῦσαν ἐρήμην , ἥντινα νῦν Σκύθαι νέμονται .
4.8.2 Γηρυόνεα δὲ οἰκέειν ἔξω τοῦ Πόντου , κατοικημένον τὴν Ἕλληνες λέγουσι Ἐρύθειαν νῆσον τὴν πρὸς Γαδείροισι τοῖσι ἔξω Ἡρακλέων στηλέων ἐπὶ τῷ Ὠκεανῷ . τὸν δὲ Ὠκεανὸν λόγῳ μὲν λέγουσι ἀπὸ ἡλίου ἀνατολέων ἀρξάμενον γῆν περὶ πᾶσαν ῥέειν , ἔργῳ δὲ οὐκ ἀποδεικνῦσι .
4.8.3 ἐνθεῦτεν τόν Ἡρακλέα ἀπικέσθαι ἐς τὴν νῦν Σκυθίην χώρην καλεομένην , καὶ καταλαβεῖν γὰρ αὐτὸν χειμῶνα τε καὶ κρυμὸν , ἐπειρυσάμενον τὴν λεοντέην κατυπνῶσαι , τὰς δὲ οἱ ἵππους τὰς note ὑπὸ τοῦ ἅρματος νεμομένας ἐν τούτῳ τῷ χρόνῳ ἀφανισθῆναι θείῃ τύχῃ .
ch. 9
4.9.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.7.2 | Hdt. 4.8.3 (English) | >>Hdt. 4.9.5 |